<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0007.tlg010.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg010.perseus-grc2:1" n="1"><p> Θεμιστοκλεῖ δὲ τὰ μὲν ἐκ γένους ἀμαυρότερα πρὸς δόξαν ὑπῆρχε· πατρὸς γὰρ ἦν Νεοκλέους οὐ τῶν ἄγαν ἐπιφανῶν Ἀθήνησι, Φρεαρρίου τῶν δήμων ἐκ τῆς Λεοντίδος φυλῆς, νόθος δὲ πρὸς μητρός, ὡς λέγουσιν· <cit><quote rend="blockquote"><l met="dact">Ἀβρότονον Θρήϊσσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι</l><l>τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα.</l></quote><bibl xml:lang="eng">Athenaeus 13.576.</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg010.perseus-grc2:1" n="2"><p>Φανίας μέντοι τὴν μητέρα τοῦ Θεμιστοκλέους οὐ Θρᾷτταν, ἀλλὰ Καρίνην, οὐδʼ Ἀβρότονον ὄνομα, ἀλλʼ Εὐτέρπην ἀναγράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ τῆς Καρίας Ἀλικαρνασσὸν προστίθησι.</p><p>διὸ καὶ τῶν νόθων εἰς Κυνόσαργες συντελούντων (τοῦτο δʼ ἐστὶν ἔξω πυλῶν γυμνάσιον Ἡρακλέους, ἐπεὶ κἀκεῖνος οὐκ ἦν γνήσιος ἐν θεοῖς, ἀλλʼ ἐνείχετο νοθείᾳ διὰ τὴν μητέρα θνητὴν οὖσαν) ἔπειθέ τινας ὁ Θεμιστοκλῆς τῶν εὖ γεγονότων νεανίσκων καταβαίνοντας εἰς τὸ Κυνόσαργες ἀλείφεσθαι μετʼ αὐτοῦ. καὶ τούτου γενομένου δοκεῖ πανούργως τὸν τῶν νόθων καὶ γνησίων διορισμὸν ἀνελεῖν.</p></div></div></div></body></text></TEI>