τὴν μὲν γὰρ Σόλωνος πολιτείαν αὐτὸς ἐπεῖδε Σόλων καταλυθεῖσαν, ἡ δὲ Ποπλικόλα μέχρι τῶν ἐμφυλίων πολέμων διεφύλαξεν ἐν κόσμῳ τὴν πόλιν ὁ μὲν γὰρ ἅμα τῷ θέσθαι τοὺς νόμους ἀπολιπὼν ἐν ξύλοις καὶ γράμμασιν ἐρήμους τοῦ βοηθοῦντος ᾤχετʼ ἀπιὼν ἐκ τῶν Ἀθηνῶν, ὁ δὲ μένων καὶ ἄρχων καὶ πολιτευόμενος ἵδρυσε καὶ κατέστησεν εἰς ἀσφαλὲς τὴν πολιτείαν. ἔτι δʼ ἐκείνῳ μὲν οὐδὲ μέλλοντα κωλῦσαι προαισθομένῳ Πεισίστρατον ὑπῆρξεν, ἀλλʼ ἡττήθη συνισταμένης τῆς τυραννίδος· οὗτος δὲ βασιλείαν ἰσχύουσαν ἐκ πολλῶν χρόνων ἤδη καὶ κρατοῦσαν ἐξέβαλε καὶ κατέλυσεν, ἀρετὴν μὲν ἴσην καὶ προαίρεσιν ὁμοίαν παρασχόμενος, τύχῃ δὲ καὶ δυνάμει τελεσιουργῷ πρὸς τὴν ἀρετὴν χρησάμενος.