ἥ τε τᾶν ταμιῶν ἐπὶ τοῖς χρήμασι κατάστασις ἐκεῖθεν ἦλθεν, ὅπως ὁ ἄρχων μήτʼ εἰ χρηστός ἐστιν ἀσχολίαν ἔχῃ πρὸς τὰ μείζω, μήτʼ εἰ φαῦλος ἀφορμὰς τοῦ ἀδικεῖν μᾶλλον, καὶ τῶν πράξεων καὶ τῶν χρημάτων κύριος γενόμενος. τὸ δὲ μισοτύραννον ἐν τῷ Ποπλικόλᾳ σφοδρότερον. εἰ γάρ τις ἐπιχειροίη τυραννεῖν, ὁ μὲν ἁλόντι τὴν δίκην ἐπιτίθησιν, ὁ δὲ καὶ πρὸ τῆς κρίσεως ἀνελεῖν δίδωσι. σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν καὶ τῶν πολιτῶν οὐκ ἀκουσίως δεχομένων ἀπεῖπεν, οὐχ ἧττον ὑπάρχει καλὸν τῷ Ποπλικόλᾳ τὸ λαβόντα τυραννικὴν ἀρχὴν ποιῆσαι δημοτικωτέραν καὶ μηδʼ οἷς ἐξῆν ἔχοντα χρήσασθαι. καὶ τοῦτο δʼ ἔοικε συνιδεῖν πρότερος ὁ Σόλων, ὅτι δῆμος ὧδʼ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.