καὶ Τέλλος μὲν ὑπὸ τῶν πολεμίων ὡς ἀνὴρ ἀγαθὸς ἐν τάξει μένων καὶ μαχόμενος κατέστρεψε· Ποπλικόλας δὲ τοὺς μὲν πολεμίους κτείνας, ὃ τοῦ πεσεῖν εὐτυχέστερόν ἐστι, τὴν δὲ πατρίδα νικῶσαν ἐπιδὼν διʼ αὐτόν ἄρχοντα καὶ στρατηγοῦντα, τιμηθεὶς δὲ καὶ θριαμβεύσας ἔτυχε τῆς ζηλουμένης ὑπὸ Σόλωνος καὶ μακαριζομένης τελευτῆς. ἔτι τοίνυν οἷς πρὸς Μίμνερμον ἀντειπὼν περὶ χρόνου ζωῆς ἐπιπεφώνηκε, μηδέ μοι ἄκλαυστος θάνατος μόλοι, ἀλλὰ φίλοισι ποιήσαιμι θανὼν ἄλγεα καὶ στοναχάς ποιεῖ, τελευτήσας γὰρ οὐ φίλοις οὐδʼ οἰκείοις μόνον, ἀλλὰ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφʼ αὑτῷ παρέσχεν αἱ γάρ Ῥωμαίων γυναῖκες ἐπένθησαν αὐτόν ὥσπερ υ ἱὸν ἢ ἀδελφὸν ἢ πατέρα κοινὸν ἀποβαλοῦσαι.