εἴρητο δʼ αὐτοῖς, ὅταν τῇ πόλει προσελάσωσιν, ὑποφεύγειν ἕως ἐμβάλωσιν εἰς τὴν ἐνέδραν τοὺς πολεμίους· ταῦθʼ ὁ Ποπλικόλας αὐθημερὸν πυθόμενος παρʼ αὐτομόλων ταχὺ διηρμόσατο πρὸς πάντα καί διένειμε τὴν δύναμιν. Ποστούμιος μὲν γὰρ Βάλβος ὁ γαμβρὸς αὐτοῦ τρισχιλίοις ὁπλίταις ἑσπέρας ἔτι προελθὼν καί καταλαβὼν τοὺς ἀκρολόφους, ὑφʼ οἷς ἐνήδρευον οἱ Σαβῖνοι, παρεφύλαττεν· ὁ δὲ συνάρχων Λουκρήτιος ἔχων τὸ κουφότατον ἐν τῇ πόλει καί γενναιότατον ἐτάχθη τοῖς ἐλαύνουσι τὴν λείαν ἱππεῦσιν ἐπιχειρεῖν, αὐτὸς δὲ τὴν ἄλλην ἀναλαβὼν στρατιὰν κύκλῳ περιῆλθε τοὺς πολεμίους, καὶ κατὰ τύχην ὁμίχλης βαθείας ἐπιπεσούσης, περὶ ὄρθρον ἅμα Ποστούμιός τε τοὺς ἐνεδρεύοντας ἐμβοήσας ἔβαλεν ἀπὸ τῶν ἄκρων, καί τοῖς προϊππασαμένοις ἐφῆκε τοὺς περὶ αὑτὸν ὁ Λουκρήτιος, καί Ποπλικόλας προσέβαλε τοῖς στρατοπέδοις τῶν πολεμίων.