τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος ἃ παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν. ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμʼ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.