<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0007.tlg008.perseus-grc2" n="21"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg008.perseus-grc2:21" n="6"><p> τοὺς μὲν γὰρ
οἴκους εὐθὺς ἀνέμιξε τῷ πολιτεύματι, καί χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα ποταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καί εἴκοσι γῆς ἔδωκεν, αὑτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολιτείας λαμβάνοντα ταύτην, ᾗ χρώμενος ἐμφρόνως ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα καί δύναμιν ἔσχε μεγάλην, καί γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων ἀφʼ αὑτοῦ κατέλιπε. </p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0007.tlg008.perseus-grc2" n="22"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg008.perseus-grc2:22" n="1"><p>
τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ
<pb n="p.560"/>
μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος ἃ παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν. ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμʼ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.</p></div></div></div></body></text></TEI>