αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε. καί τοῦτʼ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.