ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον οὔτε λαβόντα τὴν ἀρχήν καλῶς, ἀλλʼ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλʼ ὑβρίζοντα καὶ τυραννοῦντα, μισῶν ὁ δῆμος καὶ βαρυνόμενος, ἀρχήν ἀποστάσεως ἔλαβε τὸ Λουκρητίας πάθος αὑτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτόμενος τῶν πραγμάτων τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλλέριον καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συνεξέβαλε τοὺς βασιλεῖς, μέχρι μὲν ἐπίδοξος ἦν ὁ δῆμος ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ἡσυχίαν ἦγεν ὁ Οὐαλλέριος, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ· δυσχεραινομένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διήμαρτεν.