ἕβδομον ἐνιαυτὸν ἡ Ῥώμη καὶ τριακοστὸν ἤδη Ῥωμύλου βασιλεύοντος ᾠκεῖτο· πέμπτῃ δὲ ἱσταμένου μηνός, ἣν νῦν ἡμέραν νώνας Καπρατίνας καλοῦσι, θυσίαν τινὰ δημοτελῆ πρὸ τῆς πόλεως ὁ Ῥωμύλος ἔθυε περὶ τὸ καλούμενον Αἰγὸς ἕλος, καὶ παρῆν ἥ τε βουλὴ καὶ τοῦ δήμου τὸ πλεῖστον. ἐξαίφνης δὲ μεγάλης περὶ τὸν ἀέρα τροπῆς γενομένης καὶ νέφους ἐπὶ τὴν γῆν ἐρείσαντος ἅμα πνεύματι καὶ ζάλῃ, τὸν μὲν ἄλλον ὅμιλον ἐκπλαγέντα συνέβη φυγεῖν καὶ σκεδασθῆναι, τὸν δὲ Ῥωμύλον ἀφανῆ γενέσθαι, καὶ μήτε αὐτὸν ἔτι μήτε σῶμα τεθνηκότος εὑρεθῆναι, χαλεπὴν δὲ τινʼ ὑπόνοιαν ἅψασθαι τῶν πατρικίων, καὶ ῥυῆναι λόγον ἐν τῷ δήμῳ κατʼ αὑτῶν ὡς πάλαι βαρυνόμενοι τὸ βασιλεύεσθαι καὶ μεταστῆσαι τὸ κράτος εἰς αὑτοὺς θέλοντες ἀνέλοιεν τὸν βασιλέα, καὶ γάρ ἐδόκει τραχύτερον ἤδη προσφέρεσθαι καὶ μοναρχικώτερον αὐτοῖς.