ὁ δὲ δεξάμενος, ὡς λέγεται, καὶ πρὸς τοὺς παρόντας εἰπών, βασιλεὺς ὑμῖν γέγονεν, ὦ Σπαρτιᾶται, κατέκλινεν ἐν τῇ βασιλικῇ χώρᾳ καὶ Χαρίλαον ὠνόμασε διὰ τὸ τοὺς πάντας εἶναι περιχαρεῖς, ἀγαμένους αὐτοῦ τὸ φρόνημα καὶ τὴν δικαιοσύνην. ἐβασίλευσε δὲ μῆνας ὀκτὼ τὸ σύμπαν, ἦν δὲ καὶ τἆλλα περίβλεπτος ὑπὸ τῶν πολιτῶν, καὶ πλείονες ἐγένοντο τῶν ὡς ἐπιτρόπῳ βασιλέως καὶ βασιλικὴν ἐξουσίαν ἔχοντι πειθομένων οἱ διʼ ἀρετὴν προσέχοντες αὐτῷ καὶ ποιεῖν ἐθέλοντες ἑτοίμως τὸ προσταττόμενον. ἦν δέ τι καὶ τὸ φθονοῦν καὶ πρὸς τὴν αὔξησιν ὄντι νέῳ πειρώμενον ἐνίστασθαι, μάλιστα μὲν οἱ συγγενεῖς καὶ οἰκεῖοι τῆς τοῦ βασιλέως μητρὸς ὑβρίσθαι δοκούσης, ὁ δὲ ἀδελφὸς αὐτῆς Λεωνίδας καὶ θρασύτερόν ποτε τῷ Λυκούργῳ λοιδορηθείς, ὑπεῖπεν ὡς εἰδείη σαφῶς μέλλοντα βασιλεύειν αὐτόν, ὑπόνοιαν διδοὺς καὶ προκαταλαμβάνων διαβολῇ τὸν Λυκοῦργον, εἴ τι συμβαίη τῷ βασιλεῖ παθεῖν, ὡς ἐπιβεβουλευκότα. τοιοῦτοι δὲ τινες λόγοι καὶ παρὰ τῆς γυναικὸς ἐξεφοίτων ἐφʼ οἷς βαρέως φέρων καὶ δεδοικὼς τὸ ἄδηλον, ἔγνω φυγεῖν ἀποδημίᾳ τὴν ὑπόνοιαν, καὶ πλανηθῆναι μέχρις ἂν ὁ ἀδελφιδοῦς ἐν ἡλικίᾳ γενόμενος τεκνώσῃ διάδοχον τῆς βασιλείας.