μέγα δὲ τούτου τεκμήριον ὁ μὲν γὰρ οὐδὲν αὐτὸς ἀδικούμενος ὥρμησεν ὑπὲρ ἄλλων ἐπὶ τοὺς πονηρούς, οἱ δʼ ὅσον αὐτοὶ κακῶς οὐκ ἔπασχον ὑπὸ τοῦ τυράννου, περιεώρων ἀδικοῦντα πάντας. καὶ μὴν εἰ μέγα τὸ τρωθῆναι μαχόμενον Σαβίνοις καὶ ἀνελεῖν Ἄκρωνα καὶ πολλῶν μάχῃ κρατῆσαι πολεμίων, τούτοις μὲν ἔστι τοῖς ἔργοις κενταυρομαχίαν καὶ τὰ πρὸς Ἀμαζόνας παραβαλεῖν· ὃ δʼ ἐτόλμησε ὃ δʼ ἐτόλμησε Coraës and Sintenis would begin the second chapter here. Θησεὺς περὶ τὸν Κρητικὸν δασμόν, εἴτε τινὶ θηρίῳ βοράν, εἴτε πρόσφαγμα τοῖς Ἀνδρόγεω τάφοις, εἴθʼ, ὃ κουφότατόν ἐστὶ τῶν λεγομένων, λατρεύειν παρʼ ἀνδράσιν ὑβρισταῖς καὶ δυσμενέσιν ἀκλεῆ λατρείαν καὶ ἄτιμον ἐπιδοὺς ἑαυτόν, ἑκουσίως μετὰ παρθένων πλεύσας καὶ παίδων νέων, οὐκ ἂν εἴποι τις ἡλίκης ἐστὶ τόλμης ἢ μεγαλοφροσύνης ἢ δικαιοσύνης περὶ τὸ κοινὸν ἢ πόθου δόξης καὶ ἀρετῆς.