ἄλλοι δὲ Ῥώμην, Ἰταλοῦ θυγατέρα καὶ Λευκαρίας, (οἱ δὲ Τηλέφου τοῦ Ἡρακλέους), Αἰνείᾳ γαμηθεῖσαν, οἱ δʼ Ἀσκανίῳ τῷ Αἰνείοὐ, λέγουσι τοὔνομα θέσθαι τῇ πόλει· οἱ δὲ Ῥωμανόν, Ὀδυσσέως παῖδα καὶ Κίρκης, οἰκίσαι τὴν πόλιν· οἱ δὲ Ῥῶμον ἐκ Τροίας ὑπὸ Διομήδους ἀποσταλέντα τὸν Ἠμαθίωνος, οἱ δὲ Ῥῶμιν Λατίνων τύραννον, ἐκβαλόντα Τυρρηνοὺς τοὺς εἰς Λυδίαν μὲν ἐκ Θετταλίας, ἐκ δὲ Λυδίας εἰς Ἰταλίαν παραγενομένους. οὐ μὴν οὐδʼ οἱ Ῥωμύλον τῷ δικαιοτάτῳ τῶν λόγων ἀποφαίνοντες ἐπώνυμον τῆς πόλεως ὁμολογοῦσι περὶ τοῦ γένους [αὐτοῦ]. οἱ μὲν γὰρ Αἰνείου καὶ Δεξιθέας τῆς Φόρβαντος υἱὸν ὄντα νήπιον εἰς Ἰταλίαν κομισθῆναι καὶ τὸν ἀδελφὸν αὐτοῦ Ῥῶμον· ἐν δὲ τῷ ποταμῷ πλημμύραντι τῶν ἄλλων σκαφῶν διαφθαρέντων, ἐν ᾧ δʼ ἦσαν οἱ παῖδες εἰς μαλακὴν ἀποκλινθέντος ὄχθην ἀτρέμα, σωθέντας σωθέντας MSS., Coraës, Sintenis 1 , and Bekker: σωθέντος . ἀπροσδοκήτως ἀπροσδοκήτως after this word, Bekker assumes a lacuna in the text. ὄνομα θεῖναι Ῥώμην.