ὥσπερ ἐν ταῖς γεωγραφίαις, ὦ Σόσσιε Σενεκίων, οἱ ἱστορικοὶ τὰ διαφεύγοντα τὴν γνῶσιν αὐτῶν τοῖς ἐσχάτοις μέρεσι τῶν πινάκων πιεζοῦντες, αἰτίας αἰτίας Amyot, Stephanus, Coraës, Sintenis 2 with C; Bekker and Sintenis 1 have ἐνίοις ( explaining some by saying ). παραγράφουσιν ὅτι τὰ δʼ ἐπέκεινα θῖνες ἄνυδροι καὶ θηριώδεις ἢ πηλὸς ἀϊδνὴς ἢ σκυθικὸν κρύος ἢ πέλαγος πεπηγός, οὕτως ἐμοὶ περὶ τὴν τῶν βίων τῶν παραλλήλων γραφήν, τὸν ἐφικτὸν εἰκότι λόγῳ καὶ βάσιμον ἱστορίᾳ πραγμάτων ἐχομένῃ χρόνον διελθόντι, περὶ τῶν ἀνωτέρω καλῶς εἶχεν εἰπεῖν· τὰ δʼ ἐπέκεινα τερατώδη καὶ τραγικὰ ποιηταὶ καὶ μυθογράφοι νέμονται, καὶ οὐκέτʼ ἔχει πίστιν οὐδὲ σαφήνειαν. ἐπεὶ δὲ τὸν περὶ Λυκούργου τοῦ νομοθέτου καὶ Νομᾶ τοῦ βασιλέως λόγον ἐκδόντες, ἐδοκοῦμεν οὐκ ἂν ἀλόγως τῷ Ῥωμύλῳ προσαναβῆναι, πλησίον τῶν χρόνων αὐτοῦ τῇ ἱστορίᾳ γεγονότες, σκοποῦντι δέ μοι τοιῷδε Seven against Thebes , 435, τοιῷδε φωτὶ πέμπε τίς ξυστήσεται ; φωτί (κατʼ Αἰσχύλον) τίς ξυμβήσεται; Aesch. Seven 435 τίνʼ ἀντιτάξω τῷδε; τίς φερέγγυος; Ibid. 395 f. τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγους ; Aesch. Seven 395 f. ἐφαίνετο τὸν τῶν καλῶν καὶ ἀοιδίμων οἰκιστὴν Ἀθηνῶν ἀντιστῆσαι καὶ παραβαλεῖν τῷ πατρὶ τῆς ἀνικήτου καὶ μεγαλοδόξου Ῥώμης,