ἀλλ’ εὖ φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ. τὸν εὐτυχοῦντα χρῆν σοφὸν πεφυκέναι. θάρσει, τάχ’ ἂν γένοιτο· πολλά τοι θεὸς κἀκ τῶν ἀέλπτων εὔπορ’ ἀνθρώποις τελεῖ. ἀλλ’ ἡμέρα τοι πολλὰ καὶ μέλαινα νὺξ τίκτει βροτοῖσιν. σοφώτεροι γὰρ συμφορὰς τὰς τῶν πέλας πάντες διαθρεῖν ἢ τύχας τὰς οἴκοθεν.