ἀεὶ δ’ ἀρέσκειν τοῖς κρατοῦσι· ταῦτα γὰρ δούλοις ἄριστα· κἀφ’ ὅτῳ τεταγμένος εἴη τις, ἁνδάνοντα δεσπόταις ποεῖν. τῶν γὰρ δυναστῶν πλεῖστος ἐν πόλει λόγος. ἀλλ’ οὐδὲν ηὑγένεια πρὸς τὰ χρήματα· τὸν γὰρ κάκιστον πλοῦτος εἰς πρώτους ἄγει. σκαιόν τι χρῆμα πλοῦτος ἥ τ’ ἀπειρία. ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα, γενναίως 〈δ’〉 ἴσως ἔπραξας· αἰνεῖσθαι δὲ δυστυχῶν ἐγὼ μισῶ· λόγος γὰρ τοὔργον οὐ νικᾷ ποτε.