〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος. 〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών; μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας πατήρ, ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών. ὃς Οἰδίπουν ἀπώλεσ’, Οἰδίπους δ’ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν. αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοὶ γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός.