τί γὰρ πατρῴας ἀνδρὶ φίλτερον χθονός; κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι. ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν. ἦ που κρεῖσσον τῆς εὐγενίας τὸ καλῶς πράσσειν. κατθανεῖν δ’ ὀφείλεται καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.