ὦ παγκάκιστοι καὶ τὸ δοῦλον οὐ λόγῳ ἔχοντες, ἀλλὰ τῇ τύχῃ κεκτημένοι οἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον φρενῶν, ἥ τοῖσιν ἄλλοις γίγνεται σωτηρία. ἐκ τῶν ὁμοίων οἱ κακοὶ γαμοῦσ’ ἀεί. χρόνος δὲ δείξει 〈σ’〉· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σ’ ἢ κακόν. μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δ’ ὄνησιν οὐ σοφόν.