περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ βρότειον εὐλογήσομεν. τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα, διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς, ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν. ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές· νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος. τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος. οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια, παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν. κακόν τι παίδευμ’ ἦν ἄρ’ εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί· πενία δὲ δύστηνον μέν, ἀλλ’ ὅμως τρέφει μοχθεῖν τ’ ἀμείνω τέκνα καὶ δραστήρια. ἄδικον ὁ πλοῦτος, πολλὰ δ’ οὐκ ὀρθῶς ποεῖ. ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν· ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.