καὶ χρόνου προύβαινε πούς παλαιὰ καινοῖς δακρύοις οὐ χρὴ στένειν. 〈Α.〉 οἶδ’· ἀλλὰ κάμπτειν τῷ χρόνῳ λύπας χρεών. 〈Β.〉 χρῆν· τοῦτο δ’ εἰπεῖν ῥᾷον ἢ φέρειν κακά. ὥστ’ οὔτις ἀνδρῶν εἰς ἅπαντ’ εὐδαιμονεῖ. πάντων τὸ θανεῖν· τὸ δὲ κοινὸν ἄχος μετρίως ἀλγεῖν σοφία μελετᾷ.