ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται, κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς. κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν. οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς; τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ; γλυκεῖα γάρ μοι φροντὶς οὐδαμῇ βίου. αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν, τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.