τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι ποικίλα· τέρπει τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς. τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής. ἡ βραχύ τοι σθένος ἀνέρος· ἀλλὰ ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα πόντου χθονίων τ’ ἀερίων τε δάμναται παιδεύματα. παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους. σιγᾶν φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος μήτε ξυνείην, ὅστις αὐτάρκη φρονεῖν πέποιθε δούλους τοὺς φίλους ἡγούμενος. ἀλλ ὅμως οἰκτρός τις αἰὼν πατρίδος ἐκλιπεῖν ὅρους.