δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας λαὸς πολιτεύοιτο πλουσίων ἄτερ; οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς. ἃ μὴ γὰρ ἔστι τῷ πένητι πλούσιος δίδωσ’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα, τοῖσιν πένησι χρώμενοι τιμώμεθα. τὴν δ’ εὐγένειαν πρὸς θεῶν μή μοι λέγε, ἐν χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ· κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει· κοινοῖσι δ’ αὐτοῖς χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις χρόνον συνοικῇ πλεῖστον, οὗτος εὐγενής. ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται. κακὸν γυναῖκα πρὸς νέαν ζεῦξαι νέον· μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει, θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας. φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει· γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα· νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.