λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν τε συλλόγοις, μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο, ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ. ἆρ’ ἔτυμον φάτιν ἔγνων, Αἴολε, σ’ εὐνάζειν τέκνα φίλτατα; δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι χρωμένοις δοκῇ; μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.