τέλειος νεότης μ’ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον. οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν, ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει. τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Διὸς ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας. . . .τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται; στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.