ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν, ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων, οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς. αἰαῖ, τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους; ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις. ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι. ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν· τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς νόμῳ νοσοῦσιν· ὅ σε φυλάξασθαι χρεών. χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν· καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ, ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει. χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.