ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων. εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων. ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν· ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν. σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά, ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ. καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε. τῶν γὰρ πλούτων ὅδ’ ἄριστος γενναῖον λέχος εὑρεῖν.