προσαυδῶ σὲ τὰν ἐν ἄντροις, ἀπόπαυσον, ἔασον Ἀ- χοῖ με σὺν φίλαισιν γόου κόρον λαβεῖν. συνάλγησον, ὡς ὁ κάμνων δακρύων μεταδοὺς ἔχει κουφότητα μόχθων. ἄνοικτος ὃς τεκὼν σὲ τὴν πολυπονωτάτην βροτῶν μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν. ἐκθεῖναι κήτει φορβάν Ar. Thesm. 1029―1041: ὁρᾶς; οὐ χοροῖσιν οὐδ’ ὑφ’ ἡλίκων νεανίδων . . . . ἕστηκx ’ ἔχουσ’, ἀλλ ἐν πυκνοῖςx δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ . . . πρόκειμαι. γαμηλίῳ μὲν οὐ ξὺν παιῶνι, δεσμίῳ δέ, γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα φῶτά τε λιτομένα, πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν et mox v. 1047―1055: ἰὼ μοίρας ἄτεγκτε δαίμων· ὦ κατάρατος ἐγώ· τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; εἴθε με πυρφόρος ἀστεροπητὴς τὸν βάρβαρον ἐξολέσειεν. οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν νέκυσιν ἐπὶ πορείαν.