ἔστι καὶ πταίσαντ’ ἀρετὰν ἀποδείξασθαι θανάτῳ. Πάνακτος ἀντραῖος Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός, τοῦ δ’ Αἴολος παῖς, Αἰόλου δὲ Σίσυφος Ἀθάμας τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα. ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος· πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ, τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.