γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως. οὐ μὴν σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω. ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν ἐκ τοῦδε πρῶτον· πατρὶ πείθεσθαι χρεὼν παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην. τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι πλέον σφάλλουσιν οἴκους τῶν παρημελημένων. ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει, λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.