ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός; τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν; δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι. πέφυκε γάρ πως παισὶ πολέμιον γυνὴ τοῖς πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί. εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται σοι κακά.