στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι. Αἰνείας Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός; Ἕκτωρ Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν. Αἰνείας τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην; Ἕκτωρ φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν. Αἰνείας τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον; Ἕκτωρ αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός· καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον, ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶν φυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός. Αἰνείας σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας; Ἕκτωρ φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν λόγχῃ καθέξω κἀπικείσομαι βαρύς· αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν, θεοῦ διδόντος πολεμίους ἄνευ μάχης φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά. Αἰνείας εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί. ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶν πέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας, σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς· ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει. καίτοι περάσας κοῖλον αὐλώνων βάθος, εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ, νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·