ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί. εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ, πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί. κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ· ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν. οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει. ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου, ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ, οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν. Χορός Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον· ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς. Ἕκτωρ τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν; Χορός οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί. Ἕκτωρ πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε. Χορός οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς. Ἕκτωρ οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός. Χορός σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει. Ἕκτωρ ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα. Χορός καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς