ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα τοὺς προπότας παναμερεύ- σει θιάσους ἐρώτων ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή- τοις ὑποδεξίαις ἁμίλ- λαις κατὰ πόντον Ἀτρειδᾶν Σπάρταν οἰχομένων Ἰλιάδος παρʼ ἀκτᾶς; ὦ φίλος, εἴθε μοι σᾷ χερὶ καὶ σῷ δορὶ πρά- ξας τάδʼ ἐς οἶκον ἔλθοις. Χορός ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ Πηλεΐδα κατʼ ὄμμα πέλ- ταν δοχμίαν πεδαίρων σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί- ζων δίβολόν τʼ ἄκοντα πάλ- λων. σὲ γὰρ οὔτις ὑποστὰς Ἀργείας ποτʼ ἐν Ἥ- ρας δαπέδοις χορεύσει· ἀλλά νιν ἅδε γᾶ καπφθίμενον Θρῃκὶ μόρῳ φίλτατον ἄχθος οἴσει. Χορός — ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ. καλόν, ὦ Θρῄκη, σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν. ἴδε χρυσόδετον σώματος ἀλκήν, κλύε καὶ κόμπους κωδωνοκρότους παρὰ πορπάκων κελαδοῦντας. θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ