πέποιθας ἤδη πολεμίους ᾑρηκέναι; Ἕκτωρ πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ. Χορός ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός. Ἕκτωρ μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν. ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ, ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων· χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο. Χορός ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον. Ἄγγελος φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον. Ἕκτωρ σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς. ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί. Χορός Ἀδράστεια μὲν ἁ Διὸς παῖς εἴργοι στομάτων φθόνον· φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ προσφιλές ἐστιν εἰπεῖν. ἥκεις, ὦ ποταμοῦ παῖ, ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν ἀσπαστός, ἐπεί σε χρόνῳ Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ- ρος ποταμὸς πορεύει Χορός Στρυμών, ὅς ποτε τᾶς μελῳ- δοῦ Μούσας διʼ ἀκηράτων δινηθεὶς ὑδροειδὴς κόλπων σὰν ἐφύτευσεν ἥβαν. σύ μοι Ζεὺς ὁ φαναῖος ἥκεις διφρεύων βαλιαῖσι πώλοις. νῦν, ὦ πατρὶς ὦ Φρυγία, ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον Ζῆνα πάρεστιν εἰπεῖν.