— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον, ἁρμόσατε ψαλίοις ἵππους. — τίς εἶσʼ ἐπὶ Πανθοΐδαν, ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν; — ποῦ σφαγίων ἔφοροι; — ποῦ δὲ γυμνήτων μόναρχοι τοξοφόροι τε Φρυγῶν; — ζεύγνυτε κερόδετα τόξα νευραῖς. Ἕκτωρ τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν, τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς. ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼν κινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶ νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν οὐδὲν τρανῶς ἀπέδειξας. Χορός — πύρʼ αἴθει στρατὸς Ἀργόλας, Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν, διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά. πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς ἐννύχιος θορύβῳ σκηνάν, νέαν τινʼ ἐφιέμενοι βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη ναυσιπόρος στρατιά. σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον, ἤλυθον ἄγγελος, ὡς μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς. Ἕκτωρ ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον· ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.