σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν· λέξον, τίς ἔσται τοῦδε σώματος σαγή; Δόλων λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ, βάσιν τε χερσὶ προσθίαν καθαρμόσας καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι λύκου κέλευθον πολεμίοις δυσεύρετον, τάφροις πελάζων καὶ νεῶν προβλήμασιν. ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί, δίβαμος εἶμι· τῇδε σύγκειται δόλος. Χορός ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ. ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ. Δόλων σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν — ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα. Χορός Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας ναὸν ἐμβατεύων Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή- ρης, ἱκοῦ ἐννύχιος καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις, ὦ παγκρατές, ὦ Τροΐας τείχη παλαιὰ δείμας. Χορός μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς Ἑλλάδος διόπτας ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ- κων πατρὸς Ἰλιάδας.