κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι. Ἕκτωρ τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις; Δόλων καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις. Ἕκτωρ καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών. Δόλων θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις. Ἕκτωρ τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας; Δόλων ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος. Ἕκτωρ καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί· ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες τὸν Πηλέως φέρουσι θούριον γόνον· δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος. ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι, κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον. Δόλων αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας. σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι, ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός. Χορός μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν· μακάριός γε μὴν κυρήσας ἔσῃ. πόνος ὅδʼ εὐκλεής· μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν. τὰ θεόθεν ἐπιδέτω Δίκα, τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται. Δόλων στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι, κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα. Χορός ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν; Δόλων πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.