ὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ. Αἰνείας πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς. σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ. Ἕκτωρ τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ θέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν; τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης; τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαι πόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν. Δόλων ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω ῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν, καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα ἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον. Ἕκτωρ ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον. Δόλων οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν. Ἕκτωρ ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω. τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος. Δόλων οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος. Ἕκτωρ σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ. Δόλων οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω. Ἕκτωρ χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας. Δόλων ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν. Ἕκτωρ τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος; Δόλων ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον. Ἕκτωρ δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν. Δόλων κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα. Ἕκτωρ οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν;