πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός; πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται, ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας; νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως, ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα, οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι. αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί. ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων, κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ, πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν, στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ· εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία, μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ. Χορός τάδε δοκεῖ, τάδε μεταθέμενος νόει. σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη. τί γὰρ ἄμεινον ἢ ταχυβάταν νεῶν κατόπταν μολεῖν πέλας ὅ τί ποτʼ ἄρα δαΐοις πυρὰ κατʼ ἀντίπρῳρα ναυστάθμων δαίεται; Ἕκτωρ νικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε. στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸς κινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας. ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον. κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα, σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον· ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι, σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει, ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶν