αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους, ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν. ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν. οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν· ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν, κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών. ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη· σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται. βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ; ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ, ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον. εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται. ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. Ἀχιλλεύς σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν, μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι· στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ. πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον, εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν. ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν· ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην. Κλυταιμήστρα ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν. Ἀχιλλεύς ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς. Κλυταιμήστρα τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου.