λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα. ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν, ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν. ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν. καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς, πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι. ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί. σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων, ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν, τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ, κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας. τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο, τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν, εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος, θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη. ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ, ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν, ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς, εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει. μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένον Νηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο, οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ, οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις·