σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων. Ἀχιλλεύς τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις. Κλυταιμήστρα θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος. Ἀχιλλεύς ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι· εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον; Κλυταιμήστρα πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις. Ἀχιλλεύς οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι, οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων. Κλυταιμήστρα τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ. Ἀχιλλεύς εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε· ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως. Κλυταιμήστρα ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμους οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε. Ἀχιλλεύς ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις. ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε. Κλυταιμήστρα χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ, ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια. Ἀχιλλεύς καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν στείχω ματεύσων τῶνδε δωμάτων ἔσω. Πρεσβύτης ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω, τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην. Ἀχιλλεύς τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ. Πρεσβύτης δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ. Ἀχιλλεύς τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος. Πρεσβύτης τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός. Ἀχιλλεύς ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα.