τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως ζητοῦντά νιν παῖδʼ ἐν πύλαις Ἀχιλλέα; οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας. οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων, οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε θάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδας ἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρως τῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν. τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών, ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει. γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα μένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς, Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοι λέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον ἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον; δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν, τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα. Κλυταιμήστρα ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων τῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων. Ἀχιλλεύς ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην; Κλυταιμήστρα οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν. Ἀχιλλεύς τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον, γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους; Κλυταιμήστρα Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ. Ἀχιλλεύς καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια. αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους. Κλυταιμήστρα μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ