ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται, ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις. τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί, τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι. κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε. ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα. Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον, καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε. κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν, ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν. οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην, τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος, συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων, εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος· πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν, ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον. μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς