ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν. Χορός Πέργαμον δὲ Φρυγῶν πόλιν λαΐνους περὶ πύργους κυκλώσας Ἄρει φονίῳ, λαιμοτόμου κεφαλᾶς σπάσας Πάριν Ἀτρεΐδας, πέρσας κατάκρας πόλιν, θήσει κόρας πολυκλαύτους δάμαρτά τε Πριάμου. ἁ δὲ Διὸς Ἑλένα κόρα πολύκλαυτος ἑδεῖται πόσιν προλιποῦσα. μήτʼ ἐμοὶ μήτʼ ἐμοῖσι τέκνων τέκνοις ἐλπὶς ἅδε ποτʼ ἔλθοι, οἵαν αἱ πολύχρυσοι Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι στήσουσι παρʼ ἱστοῖς μυθεῦσαι τάδʼ ἐς ἀλλήλας· Τίς ἄρα μʼ εὐπλοκάμου κόμας ῥῦμα δακρυόεν τανύσας πατρίδος ὀλλυμένας ἀπολωτιεῖ; διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον, εἰ δὴ φάτις ἔτυμος ὡς ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ Διὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼ ἐν δέλτοις Πιερίσιν μῦθοι τάδʼ ἐς ἀνθρώπους ἤνεγκαν παρὰ καιρὸν ἄλλως. Ἀχιλλεύς ποῦ τῶν Ἀχαιῶν ἐνθάδʼ ὁ στρατηλάτης;