οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην, ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων. σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις τέχνας πορίζω, πανταχῇ νικώμενος. ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές, ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος. χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν. Χορός ἥξει δὴ Σιμόεντα καὶ δίνας ἀργυροειδεῖς ἄγυρις Ἑλλάνων στρατιᾶς ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις Ἴλιον ἐς τὸ Τροίας Φοιβήιον δάπεδον, τὰν Κασάνδραν ἵνʼ ἀκούω ῥίπτειν ξανθοὺς πλοκάμους χλωροκόμῳ στεφάνῳ δάφνας κοσμηθεῖσαν, ὅταν θεοῦ μαντόσυνοι πνεύσωσʼ ἀνάγκαι. Χορός στάσονται δʼ ἐπὶ περγάμων Τροίας ἀμφί τε τείχη Τρῶες, ὅταν χάλκασπις Ἄρης πόντιος εὐπρῴροιο πλάτας εἰρεσίᾳ πελάζῃ Σιμουντίοις ὀχετοῖς, τὰν τῶν ἐν αἰθέρι δισσῶν Διοσκούρων Ἑλέναν ἐκ Πριάμου κομίσαι θέλων ἐς γᾶν Ἑλλάδα δοριπόνοις