Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις. Κλυταιμήστρα ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον; Ἀγαμέμνων κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ. Κλυταιμήστρα ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ; Ἀγαμέμνων ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος. Κλυταιμήστρα προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ; Ἀγαμέμνων μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ. Κλυταιμήστρα κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον; Ἀγαμέμνων θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς. Κλυταιμήστρα ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν; Ἀγαμέμνων ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις. Κλυταιμήστρα καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως. Ἀγαμέμνων οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι. Κλυταιμήστρα τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν. Ἀγαμέμνων ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος— Κλυταιμήστρα μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών; Ἀγαμέμνων ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα. Κλυταιμήστρα ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν; Ἀγαμέμνων χώρει πρὸς Ἄργος παρθένους τε τημέλει. Κλυταιμήστρα λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα; Ἀγαμέμνων ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει. Κλυταιμήστρα οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα. Ἀγαμέμνων οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ. Κλυταιμήστρα καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα. Ἀγαμέμνων καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας. Κλυταιμήστρα ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς. Ἀγαμέμνων πιθοῦ. Κλυταιμήστρα μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ, ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.