νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου. ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν. ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. Κλυταιμήστρα οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν, ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην· ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ. τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας, γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω. Ἀγαμέμνων Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός. Κλυταιμήστρα ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς; Ἀγαμέμνων Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον. Κλυταιμήστρα τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα; Ἀγαμέμνων Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην. Κλυταιμήστρα θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών; Ἀγαμέμνων Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος. Κλυταιμήστρα γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον; Ἀγαμέμνων Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα. Κλυταιμήστρα οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος; Ἀγαμέμνων ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί. Κλυταιμήστρα Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα; Ἀγαμέμνων Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν. Κλυταιμήστρα φεῦ· σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. Ἀγαμέμνων τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις. Κλυταιμήστρα οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;